Τῆς μετανοίας ἄνοιξόν μοι πύλας Ζωοδότα

(Ζωντανή ἠχογράφηση στον Ι.Ν. Παντανάσσης Κατερίνης
σήμερα, Κυριακῇ ΙΣΤ’ Λουκᾶν, Τελώνου καί Φαρισαίου, 28 Ἰανουαρίου 2018)
Δόξα Πατρὶ… Ἦχος πλ. δ´
Τῆς μετανοίας ἄνοιξόν μοι πύλας Ζωοδότα, ὀρθρίζει γὰρ τὸ πνεῦμά μου, πρὸς ναὸν τὸν ἅγιόν σου, ναὸν φέρον τοῦ σώματος, ὅλον ἐσπιλωμένον, ἀλλ’ ὡς οἰκτίρμων κάθαρον, εὐσπλάγχνῳ σου ἐλέει.
Καὶ νῦν… Θεοτοκίοv Ἦχος ὁ αὐτὸς
Τῆς σωτηρίας εὔθυνόν μοι τρίβους, Θεοτόκε, αἰσχραῖς γὰρ κατεῤῥύπωσα, τὴν ψυχὴν ἁμαρτίαις, ὡς ῥᾳθύμως τὸν βίον μου, ὅλον ἐκδαπανήσας, ταῖς σαῖς πρεσβείαις ῥῦσαί με, πάσης ἀκαθαρσίας.
Στίχ. Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου, ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἦχος πλ. β’
Τὰ πλήθη τῶν πεπραγμένων μοι δεινῶν, ἐννοῶν ὁ τάλας, τρέμω τὴν φοβερὰν ἡμέραν τῆς κρίσεως, ἀλλὰ θαρρῶν εἰς τὸ ἔλεος τῆς εὐσπλαγχνίας σου, ὡς ὁ Δαυΐδ βοῶ σοι. Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα σου ἔλεος.
 

«ΣΗΜΕΡΟΝ ΓΕΝΝΑΤΑΙ»

Δοξαστικὸν Θ´ ὥρας τῶν Χριστουγέννων

Ἀκοῦστε το ἀπὸ ὀρθόδοξη ἀραβικὴ φωνή.
(Μόνο του τὸ μέλος του «μιλάει». Καὶ χωρὶς “μετάφραση”…!)

Σήμερον γεννᾶται ἐκ Παρθένου
ὁ δρακὶ τὴν πᾶσαν ἔχων κτίσιν.

Ράκει καθάπερ βροτὸς σπαργανοῦται
ὁ τῇ οὐσίᾳ ἀναφής.

Θεὸς ἐν φάτνῃ ἀνακλίνεται,
ὁ στερεώσας τοὺς οὐρανοὺς πάλαι κατ’ ἀρχάς.

Ἐκ μαζῶν γάλα τρέφεται
ὁ ἐν τῇ ἐρήμῳ μάννα ὀμβρίσας τῷ λαῷ.

Μάγους προσκαλεῖται  ὁ Νυμφίος τῆς Ἐκκλησίας.

Δῶρα τούτων αἴρει ὁ Υἱὸς τῆς Παρθένου.

Προσκυνοῦμεν Σου τὴν Γένναν Χριστέ.
Δεῖξον ἡμῖν καὶ τὰ θεῖα Σου Θεοφάνεια

 

ΜΟΝΑΔΙΚΟ. Εκ στόματος νηπίου: Μεγάλυνον ψυχή μου

Ακούστε μια γλυκύτατη ερμηνεία της Θ’ Ωδής των Χριστουγέννων:

Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν,

καὶ ἐνδοξοτέραν τῶν ἄνω στρατευμάτων.

Μυστήριον ξένον, ὁρῶ καὶ παράδοξον! οὐρανὸν τὸ Σπήλαιον, θρόνον Χερουβικόν, τὴν Παρθένον, τὴν φάτνην χωρίον, ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρnτος, Χριστὸς ὁ Θεός, ὅν ἀνυμνοῦντες μεγαλύνομεν.